Add parallel Print Page Options

λέγει αὐτῷ ὁ Ἰησοῦς· [a]Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· [b]πῶς σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ [c]λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ [d]πατὴρ ἐν ἐμοὶ [e]μένων ποιεῖ τὰ ἔργα [f]αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ [g]πιστεύετε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 Τοσούτῳ χρόνῳ NIV ] Τοσοῦτον χρόνον WH Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:9 πῶς WH NIV ] καὶ πῶς Treg RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 λέγω WH Treg NIV ] λαλῶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 πατὴρ WH NIV ] + ὁ Treg RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 μένων WH Treg NIV ] + αὐτὸς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:10 αὐτοῦ WH Treg NIV ] – RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:11 πιστεύετε WH NIV ] + μοι Treg RP